Add parallel Print Page Options

Εἶπεν δὲ [a]καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· 10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, [b]ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς [c]πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ [d]ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαββάτου, [e]ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 [f]ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς [g]ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ [h]ἔτυπτε τὸ στῆθος [i]αὐτοῦ λέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ [j]παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ [k]ἐπετίμων αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς [l]προσεκαλέσατο αὐτὰ λέγων· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 17 ἀμὴν λέγω ὑμῖν, ὃς [m]ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 20 τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν [n]μητέρα. 21 ὁ δὲ εἶπεν· Ταῦτα πάντα [o]ἐφύλαξα ἐκ νεότητος [p]μου. 22 ἀκούσας [q]δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [r]οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος [s]ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ [t]Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες [u]εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· 25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ [v]τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

26 Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ [w]παρὰ τῷ θεῷ ἐστιν.

28 Εἶπεν δὲ [x]ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς [y]ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι. 29 ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ [z]γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, 30 ὃς [aa]οὐχὶ μὴ [ab]ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς [ac]Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου· 32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.

35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν [ad]ἐπαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο [ae]τί εἴη τοῦτο· 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα [af]σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 40 σταθεὶς δὲ [ag]ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· 41 [ah]Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. 43 καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:9 καὶ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:10 NIV RP ] – WH Treg
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 πρὸς ἑαυτὸν ταῦτα NIV RP] ταῦτα πρὸς ἑαυτὸν WH Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 ὥσπερ WH NIV RP ] ὡς Treg
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:12 ἀποδεκατῶ Treg NIV RP ] ἀποδεκατεύω WH
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ὁ δὲ WH NIV ] καὶ ὁ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἐπᾶραι εἰς τὸν οὐρανόν WH Treg NIV ] εἰς τὸν οὐρανόν ἐπᾶραι RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἔτυπτε WH Treg NIV ] + εἰς RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 αὐτοῦ NIV RP ] ἑαυτοῦ WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:14 παρ᾽ ἐκεῖνον WH Treg NIV ] ἢ γὰρ ἐκεῖνος RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:15 ἐπετίμων WH Treg NIV ] ἐπετίμησαν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:16 προσεκαλέσατο αὐτὰ λέγων WH Treg NIV ] προσκαλεσάμενος αὐτὰ εἶπεν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:17 ἂν WH Treg NIV ] ἐὰν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:20 μητέρα WH Treg NIV ] + σου RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:21 ἐφύλαξα WH Treg NIV ] ἐφυλαξάμην RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:21 μου Treg RP ] – WH NIV
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:22 δὲ WH Treg NIV ] + ταῦτα RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:22 οὐρανοῖς Holmes WHmarg ] τοῖς οὐρανοῖς WH Treg NIV; οὐρανῷ RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:23 ἐγενήθη WH Treg NIV ] ἐγένετο RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:24 Ἰησοῦς WH NIV ] + περίλυπον γενόμενον Treg RP NA
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:24 εἰς … θεοῦ εἰσπορεύονται WH Treg NIV ] εἰσελεύσονται εἰς … θεοῦ RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:25 τρήματος βελόνης WH Treg NIV ] τρυμαλιᾶς ῥαφίδος RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:27 παρὰ τῷ θεῷ ἐστιν WH Treg NIV ] ἐστιν παρὰ τῷ θεῷ RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:28 WH Treg NIV ] – RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:28 ἀφέντες τὰ ἴδια WH Treg NIV ] ἀφήκαμεν πάντα καὶ RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:29 γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς WH NIV ] γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα Treg RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:30 οὐχὶ WH NIV ] οὐ Treg RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:30 ἀπολάβῃ Treg NIV RP ] λάβῃ WH
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:31 Ἰερουσαλήμ WH Treg NIV ] Ἱεροσόλυμα RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:35 ἐπαιτῶν WH Treg NIV ] προσαιτῶν RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:36 τί WH NIV RP ] + ἂν Treg
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:39 σιγήσῃ WH Treg NIV ] σιωπήσῃ RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:40 Treg NIV RP ] – WH
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:41 Τί WH NIV ] λέγων Τί Treg RP